Ancient Greek · ~2 min
16.3 to 16.4
Theophrastus, Enquiry into Plants 16.3-2-4
Not analysed yet
ἡ δὲ ἐν Φιλίπποις ἰτέα περιεκόπη μὲν τοὺς ἀκρεμόνας, οὐ μὴν παρεπελεκήθη. μάντις δέ τις ἔπεισεν αὐτοὺς θυσίαν τε ποιεῖσθαι καὶ τηρεῖν τὸ δένδρον ὡς σημεῖον ἀγαθὸν γεγονός. ἀνέστη δὲ καὶ ἐν Σταγείροις ἐν τῷ μουσείῳ λευκη τις ἐκπεσοῦσα. Τῆς δὲ μήτρας ἐξαιρουμένης οὐθὲν ὡς εἰπεῖν φθείρεται δένδρον. σημεῖον δὲ ὅτι πολλὰ κοῖλα τῶν μέγεθος ἐχόντων δένδρων ἐστίν. οἱ δὲ περὶ Ἀρκαδίαν φασὶ μέχρι τινὸς μὲν ζῆν τὸ δένδρον. τελέως δὲ ἐξ ἅπαντος ἐξαιρεθείσης καὶ πεύκην φθείρεσθαι καὶ ἐλατην καὶ ἄλλο πᾶν.