Ancient Greek · ~2 min
I, Chapter 16
Theophrastus, Enquiry into Plants 16.5-3
Not analysed yet
συντίθεσθαι δὲ τρόπον τινὰ πρὸς τὸ ἐργάζεσθαι καὶ οὐ παντὸς εἶναι· δι᾿ ὃ καὶ τοὺς ἰατροὺς οὐκ ἐπισταμένους συντιθέναι σηπτικῷ τε χρῆσθαι καὶ πρὸς ἄλλα ἄττα· πινόμενον δ᾿ οὐδεμίαν αἴσθησιν ποιεῖν οὔτ᾿ ἐν οἴνῳ οὔτ᾿ ἐν μελικράτῳ· συντίθεσθαι δὲ ὥστε κατὰ χρόνους τακτοὺς ἀναιρεῖν, οἶον δίμηνον τρίμηνον ἑξάμηνον ἐνιαυτόν, τοὺς δὲ καὶ δύο ἔτη· χείριστα δὲ ἀπαλλάττειν τοὺς ἐν πλείστῳ χρόνῳ καταφθίνοντος τοῦ σώματος, ῥᾷστα δὲ τοὺς παραχρῆμα. λυτικὸν δὲ φάρμακον οὐχ εὑρῆσθαι, καθάπερ ἀκούομεν ἑτέρων τι φύεσθαι. ἀλλὰ τοὺς ἐγχωρίους ἀνασώζειν τινὰς μέλιτι καὶ οἴνῳ καὶ τοιούτοις τισί, σπανίως δὲ καὶ τούτους καὶ ἐργωδῶς.