Ancient Greek
I, Chapter 16
Theophrastus, Enquiry into Plants 16.6-2
Not analysed yet
Ἀλλὰ τοῦ ἐφημέρου τὸ φάρμακον εὑρῆσθαι· ἕτερον γάρ τι ῥίζιον εἶναι ὃ ἐφήμερον ἀπαλλάττει· τοῦτο δὲ φύλλον ὅμοιον ἔχειν τῷ ἐλλεβόρῳ ἢ τῷ λειρίῳ· καὶ τοῦτο πάντας εἰδέναι· δι᾿ καὶ τὰ ἀνδράποδά φασι πολλάκις παοργισθέντα χρῆσθαι, κἄπειτα ἰατρεύειν αὐτὰ πρὸς τοῦτο ὁρμῶντα, καὶ γὰρ οὐδὲ ταχεῖαν ποιεῖσθαι τὴν ἀπαλλαγὴν οὐδὲ ἐλαφρὰν ἀλλὰ δυσχερῆ καὶ χρόνιον· εἰ μὴ ἄρα διὰ τὸ εὐθεράπευτον εἶναι καὶ ἀκατασκεύαστον ὡς δεῖ. φασὶ γοῦν καὶ παραχρῆμα ἀπαλλάττεσθαι καὶ ὕστερον χρόνῳ τοὺς δὲ καὶ εἰς ἐνιαυτὸν ἄγειν, καὶ τὰς δόσεις ἀβοηθήτους εἶναι. ταῦτα δὲ ἐξακριβωθῆναι μάλιστα παρὰ τοῖς Τυρρηνοῖς τοῖς ἐν Ἡρακλείᾳ.