Ancient Greek · ~2 min
I, Chapter 16
Theophrastus, Enquiry into Plants 16.8
Not analysed yet
Θρασύας δ᾿ ὁ Μαντινεὺς εὑρήκει τι τοιοῦτον, ὥσπερ ἔλεγεν, ὥστε ῥᾳδίαν ποιεῖν καὶ ἄπονον τὴν ἀπόλυσιν τοῖς ὀποῖς χρώμενος κωνείου τε καὶ μήκωνος καὶ ἑτέρων τοιούτων, ὥστε εὔογκον εἶναι σφόδρα καὶ μικρὸν ὅσον εἰς δραχμῆς ὁλκήν. ἀβοήθητον δὲ πάντη καὶ δυνάμενον διαμένειν ὁποσονοῦν χρόνον καὶ οὐδὲν ἀλλοιούμενον. ἐλάμβανε δὲ τὸ κώνειον οὐχ ὅθεν ἐτύγχανεν ἀλλ᾿ ἐκ Σούσων καὶ εἴ τις ἄλλος τόπος ψυχρὸς καὶ παλίσκιος· ὡσαύτως δὲ καὶ τἆλλα. συνετίθει δὲ καὶ ἕτερα φάρμακα πολλὰ καὶ ἐκ πολλῶν. δεινὸς δὲ καὶ Ἀλεξίας ὁ μαθητὴς αὐτοῦ καὶ οὐχ ἧττον ἔντεχνος ἐκείνου· καὶ γὰρ τῆς ἄλλης ἰατρικῆς ἔμπειρος.