Ancient Greek
I, Chapter 16
Theophrastus, Enquiry into Plants 16.7
Not analysed yet
τοῦτο μὲν οὐδὲν ἄτοπον, εἰ τρόπον μέν τινα ἀβοήθητον ἄλλως δὲ βοηθήσιμον, ὥσπερ καὶ ἕτερα τῶν θανατηφόρων. Τὸ δὲ ἀκόνιτον ἄχρηστον, ὥσπερ εἴρηται, τοῖς μὴ ἐπισταμένοις· οὐδὲ κεκτῆσθαι δὲ ἐξεῖναι, ἀλλὰ θάνατον τὴν ζημίαν· τὴν δὲ τῶν χρόνων διαφορὰν ἀκολουθεῖν κατὰ τὰς συλλογάς· ἰσοχρόνους γὰρ τοὺς θανάτους γίνεσθαι τοῖς ἀπὸ τῆς συλλογῆς χρόνοις.