Ancient Greek · ~2 min
Γ, Chapter 17
Theophrastus, Enquiry into Plants 17.2
Not analysed yet
Ἴδιον δὲ καὶ ἡ κολουτέα περὶ Λιπάραν· δένδρον μὲν εὐμέγεθες, τὸν δὲ καρπὸν φέρει ἐν λοβοῖς ἡλίκον φακόν, ὅς πιαίνει τὰ πρόβατα θαυμαστῶς. φύεται δὲ ἀπὸ σπέρματος καὶ ἐκ τῆς τῶν προβάτων κόπρου κάλλιστα. ὥρα δὲ τῆς φυτείας ἅμα Ἀρκτούρῳ δυομένῳ· δεῖ δὲ φυτεύειν προβρέχοντας ὅταν ἤδη διαφύηται ἐν τῷ ὕδατι. φύλλον δ᾿ ἔχει παρόμοιον τήλει. βλαστάνει δὲ τὸ πρῶτον μονοφυὲς ἐπὶ ἔτη μάλιστα τρία ἐν οἶς καὶ τὰς βακτηρίας τέμνουσι· δοκοῦσι γὰρ εἶναι καλαί· καὶ ἐάν τις κολούσῃ ἀποθνήσκει· καὶ γὰρ ἀπαράβλαστόν ἐστιν· εἶτα σχίζεται καὶ ἀποδενδροῦται τῷ τετάρτῳ ἔτει.