Ancient Greek · ~3 min
Γ, Chapter 17
Theophrastus, Enquiry into Plants 17.3
Not analysed yet
Ἡ δὲ περὶ τὴν Ἴδην, ἣν καλοῦσι κολοιτίαν. ἕτερον εἶδός ἐστιν, θαμνοειδὲς δὲ καὶ ὀζῶδες καὶ πολυμάσχαλον, σπάνιον δέ, οὐ πολύ· ἔχει δὲ φύλλον δαφνοειδὲς πλατυφύλλου δάφνης, πλὴν στρογγυλώτερον καὶ μεῖζον ὥσθ᾿ ὅμοιον φαίνεσθσι τῷ τῆς πτελέας, προμηκέστερον δέ, τὴν χρόαν ἐπὶ θάτερα χλοερὸν ὄπισθεν δὲ ἐπιλευκαῖνον, καὶ πολύίνον ἐκ τῶν ὄπισθεν ταῖς λεπταῖς ἰσὶ ἔκ τε τῆς ῥάχεως καὶ μεταξὺ τῶν πλευροειδῶν ἀπὸ τῆς μέσης κατατεινουσῶν· φλοιὸν δ᾿ οὐ λεῖον ἀλλ᾿ οἶον τὸν τῆς ἀμπέλου· τὸ δὲ ξύλον σκληρὸν καὶ πυκνόν· ῥίζας δὲ ἐπιπολαίους καὶ λεπτὰς καὶ μανὰς οὐλὰς δ᾿ ἐνίοτε, καὶ ξανθὰς σφόδρα. καρπὸν δὲ οὐκ ἔχειν φασὶν οὐδὲ ἄνθος· τὴν δὲ κορυνώδη κάχρυν καὶ τοὺς ὀφθαλμοὺς τοὺς παρὰ τὰ φύλλα λείους σφόδρα καὶ λιπαροὺς καὶ λευκοὺς τῷ σχήματι δὲ καχρυώδεις· ἀποκοπὲν δὲ καὶ ἐπικαυθὲν παραφύεται καὶ ἀναβλαστάνει.