Ancient Greek · ~2 min
Γ, Chapter 18
Theophrastus, Enquiry into Plants 18.12
Not analysed yet
ὁ δὲ καρπὸς ἐρυθρός, ἔχων πυρῆνας τὸ μὲν ἐπὶ πᾶν δύο, ἐν τοῖς μείζοσι τρεῖς ἐν δὲ τοῖς μικροῖς ἕνα· σκληρὸς δ᾿ ὁ πυρὴν εὖ μάλα καὶ τῷ χρώματι μέλας ἔξωθεν. ἴδιον δὲ τὸ τῶν βοτρύων, ὅτι ἐκ πλαγίων τε τὸν καυλὸν παραθριγκίζουσιν, καὶ κατ᾿ ἄκρον ὁ μέγιστος βότρυς τοῦ καυλοῦ, ὥσπερ ἐπὶ τῆς ῥάμνου καὶ τοῦ βάτου. τοῦτο δὲ δῆλον ὡς καὶ ἀκρόκαρπον καὶ πλαγιόκαρπον.