Ancient Greek · ~3 min
Γ, Chapter 18
Theophrastus, Enquiry into Plants 18.11
Not analysed yet
Ἡ δὲ σμῖλάξ ἐστι μὲν ἐπαλλόκαυλον, ὁ δὲ καυλὸς ἀκανθώδης καὶ ὥσπερ ὀρθάκανθος, τὸ δὲ φύλλον κιττῶδες μικρὸν ἀγώνιον, κατὰ τὴν μίσχου πρόσφυσιν τυληρόν. ἴδιον δ᾿ ὅτι τήν τε διὰ μέσου ταύτην ὥσπερ ῥάχιν λεπτὴν ἔχει καὶ τὰς στημονίους διαλήψεις οὐκ ἀπὸ ταύτης, ὥσπερ τὰ τῶν ἄλλων, ἀλλὰ περὶ αὐτὴν περιφερεῖς ἠγμένας ἀπὸ τῆς προσφύσεως τοῦ μίσχου τῷ φύλλῳ. παρὰ δὲ τοῦ καυλοῦ τὰ γόνατα καὶ παρὰ τὰς διαλείψεις τὰς φυλλικὰς ἐκ τῶν αὐτῶν μίσχων τοῖς φύλλοις παραπέφυκεν ἴουλος λεπτὸς καὶ ἑλικτός· ἄνθος δὲ λευκὸν καὶ εὐῶδες λείρινον· τὸν δὲ καρπὸν ἔχει προσεμφερῆ τῷ στρύχνῳ καὶ τῷ μηλώθρῳ καὶ μάλιστα τῇ καλουμένῃ σταφυλῇ ἀγρίᾳ· κατακρέμαστοι δ᾿ οἱ βότρυες κιττοῦ τρόπον· παρεγγίζει δ᾿ ὁ παραθριγκισμὸς πρὸς τὴν σταφυλήν· ἀπὸ γὰρ ἑνὸς σημείου οἱ μίσχοι οἱ ῥαγικοί.