Ancient Greek · ~4 min
Γ, Chapter 18
Theophrastus, Enquiry into Plants 18.5
Not analysed yet
Τῆς δὲ ῥοῦ τὸ μὲν ἄρρεν τὸ δὲ θῆλυ καλοῦσι τῷ τὸ μὲν ἄκαρπον εἶναι τὸ δὲ κάρπιμον. οὐκ ἔχει δὲ οὐδὲ τὰς ῥάβδους ὑψηλὰς οὐδὲ παχείας. φύλλον δ᾿ ὅμοιον πτελέᾳ πλὴν μικρὸν προμηκέστερον καὶ ἐπίδασυ. τῶν δὲ κλωνίων τῶν νέων ἐξ ἴσου τὰ φύλλα εἰς δύο, κατ᾿ ἄλληλα δὲ ἐκ τῶν πλαγίων ὥστε στοιχεῖν. βάπτουσι δὲ τούτῳ καὶ οἱ σκυτοδέψαι τὰ δέρματα τὰ λευκά. ἄνθος λευκὸν βοτρυῶδες, τῷ σχήματι δὲ τὸ ὁλοσχερὲς ὅστλιγγας ἔχον ὥσπερ καὶ ὁ βότρυς· ἀπανθήσαντος δὲ ὁ καρπὸς ἄμα τῇ σταφύλῃ ἐρυθραίνεται, καὶ γίνοντσι οἶον φακοὶ λεπτοὶ συγκείμενοι· βοτρυῶδες δὲ τὸ σχῆμα καὶ τούτων. ἔχει δὲ τὸ φαρμακῶδες τοῦτο ὃ καλεῖται ῥοῦς ἐν αὐτῷ ὀστῶδες, ὃ καὶ τῆς ῥοῦ διηττημένης ἔχει πολλάκις· ῥίζα δ᾿ ἐπιπόλαιος καὶ μονοφυὴς ὥστε ἀνακάμπτεσθαι ῥᾳδίως ὁλόρριζα· τὸ δὲ ξύλον ἐντεριώνην ἔχει, εὔφθαρτον δὲ καὶ κοπτόμενον. ἐν πᾶσι δὲ γίγνεται τοῖς τόποις, εὐθενεῖ δὲ μάλιστα ἐν τοῖς ἀργιλώδεσι.