Ancient Greek · ~2 min
Γ, Chapter 18
Theophrastus, Enquiry into Plants 18.6
Not analysed yet
Πολυειδὴς δὲ ὁ κιττός· καὶ γὰρ ἐπίγειος, ὁ δὲ εἰς ὕψος αἰρόμενος· καὶ τῶν ἐν ὕψει πλείω γένη. τρία δ᾿ οὖν φαίνεται τὰ μέγιστα ὅ τε λευκὸς καὶ ὁ μέλας καὶ τρίτον ἡ ἕλιξ. εἴδη δὲ καὶ ἑκάστου τούτων πλείω. λευκὸς γὰρ ὁ μὲν τῷ καρπῷ μόνον, ὁ δὲ καὶ τοῖς φύλλοις ἐστί. πάλιν δὲ τῶν λευκοκάρπων μόνον ὁ μὲν ἁδρὸν καὶ πυκνὸν καὶ συνεστηκότα τὸν καρπὸν ἔχει καθαπερεὶ σφαῖραν, ὃν δὴ καλοῦσί τινες κορυμβίαν, οἱ δ᾿ Ἀθήνῃσιν Ἀχαρνικόν. ὁ δὲ ἐλάττων διακεχυμένος ὥσπερ καὶ ὁ μέλας· ἔχει δὲ καὶ ὁ μέλας διαφορὰς ἀλλ᾿ οὐχ ὁμοίως φανεράς.