Ancient Greek · ~3 min
B, Chapter 2
Theophrastus, Enquiry into Plants 2.1-2
Not analysed yet
II. Τῶν δὲ φρυγανωδῶν και ποιωδῶν τὰ μὲν πλεῖστα ἀπὸ σπέρματος ἢ ῥίζης τὰ δὲ και ἀμφοτέρως· ἔνια δὲ καὶ ἀπὸ τῶν βλαστῶν, ὥσπερ εἴρηται. ῥοδωνία δὲ καὶ κρινωνία κατακοπέντων τῶν καυλῶν, ὥσπερ καὶ ἡ ἄγρωστις. φύεται δὲ ἡ κρινωνία καὶ ἡ ῥοδωνία καὶ ὅλου τοῦ καυλοῦ τεθέντος. ἰδιωτάτη δὲ ἡ ἀπὸ δακρύου· καὶ γὰρ οὕτω δοκεῖ τὸ κρίνον φύεσθαι, ὅταν ξηρανθῇ τὸ ἀπορρυέν. φασὶ δὲ καὶ ἐπὶ τοῦ ἱπποσελίνου· καὶ γὰρ τοῦτο ἀφίησι δάκρυον. φύεται δέ τις καὶ κάλαμος, ἐάν τις διατέμνων τὰς ἠλακάτας πλαγίας πιθῇ καὶ κατακρύψῃ κόπρῳ καὶ γῇ. ἰδίως δὲ ἀπὸ ῥίζης τῷ φύεσθαι καὶ τὰ κεφαλόρριζα.