Ancient Greek
B, Chapter 1
Theophrastus, Enquiry into Plants 1.4-2
Not analysed yet
κατὰ πλείστους δὲ τρόπους ὡς εἰπεῖν ἡ ἐλάα βλαστάνει· καὶ γὰρ ἀπὸ τοῦ στελέχους καὶ ἀπὸ τοῦ πρέμνου κατακοπτομένου καὶ ἀπὸ τῆς ῥίζης καὶ ἀπὸ ῥάβδου καὶ χάρακος ὥσπερ εἴρηται. τῶν δ᾿ ἄλλων ὁ μύρρινος· καὶ γὰρ οὗτος ἀπὸ τῶν ξύλων καὶ τῶν πρέμνων φύεται. δεῖ δὲ καὶ τούτου καὶ τῆς ἐλάας τὰ ξύλα διαιρεῖν μὴ ἐλάττω σπιθαμιαίων καὶ τὸν φλοιὸν μὴ περιαιρεῖν. Τὰ μὲν οὖν δένδρα βλαστάνει καὶ γίνεται κατὰ τοὺς εἰρημένους τρόπους· αἱ γὰρ ἐμφυτεῖαι καὶ οἱ ἐνοφθαλμισμοὶ καθάπερ μίξεις τινές εἰσιν ἢ κατ᾿ ἄλλον τρόπον γενέσεις, περὶ ὦν ὕστερον λεκτέον.