Ancient Greek · ~4 min
Γ, Chapter 2
Theophrastus, Enquiry into Plants 2.1-3
Not analysed yet
II. Πάντα δὲ κάρπιμα ἢ ἄκαρπα, καὶ ἀείφυλλα ἢ φυλλοβόλα, καὶ ἀνθοῦντα ἢ ἀνανθῆ· κοιναὶ γάρ τινες διαιρέσεις ἐπὶ πάντων εἰσὶν ὁμοίως ἡμέρων τε καὶ ἀγρίων. ἴδια δὲ πρὸς τὰ ἥμερα τῶν ἀγρίων ὀψικαρπία τε καὶ ἰσχὺς καὶ πολυκαρπία τῷ προφαίνειν· πεπαίνει τε γὰρ ὀψιαίτερον καὶ τὸ ὅλον ἀνθεῖ καὶ βλαστάνει ὡς ἐπὶ τὸ πᾶν· καὶ ἰσχυρότερα τῇ φύσει· καὶ προφαίνει μὲν πλείω καρπὸν ἐκπέττει δ᾿ ἧττον, εἰ μὴ καὶ πάντα ἀλλά γε τὰ ὁμογενῆ, οἷον ἐλάας καὶ ἀπίου κότινος καὶ ἀχράς. ἅπαντα γὰρ οὕτως, πλὴν εἴ τι σπάνιον, ὥσπερ ἐπὶ τῶν κρανείων καὶ τῶν οὔων· ταῦτα γὰρ δή φασι πεπαίτερα καὶ ἡδύτερα τὰ ἄγρια τῶν ἡμέρων εἶναι· καὶ εἰ δή τι ἄλλο μὴ προσδέχεται γεωργίαν ἢ δένδρον ἡ καί τι τῶν ἐλαττόνων, οἷον τὸ σίλφιον καὶ ἡ κάππαρις καὶ τῶν χεδροπῶν ὁ θέρμος, ὃ καὶ μάλιστ᾿ ἄν τις ἄγρια τὴν φύσιν εἴποι.