Ancient Greek · ~2 min
Γ, Chapter 2
Theophrastus, Enquiry into Plants 2.2-3
Not analysed yet
τὸ γὰρ μὴ προσδεχόμενον ἡμέρωσιν, ὥσπερ ἐν τοῖς ζώοις, τοῦτο ἄγριον τῇ φύσει. καίτοι φησὶν Ἵππων ἅπαν καὶ ἥμερον καὶ ἄγριον εἶναι, καὶ θεραπευόμενον μὲν ἥμερον μὴ θεραπευόμενον δὲ ἄγριον, τῇ μὲν ὀρθῶς λέγων τῇ δὲ οὐκ ὀρθῶς. ἐξαμελούμενον γὰρ ἅπαν χεῖρον γίνεται καὶ ἀπαγριοῦται, θεραπευόμενον δὲ οὐχ ἅπαν βέλτιον, ὥσπερ εἴρηται. ὃ δὴ χωριστέον καὶ τὰ μὲν ἄγρια τὰ δ᾿ ἥμερα λεκτέον, ὥσπερ τῶν ζώων τὰ συνανθρωπευόμενα καὶ τὰ δεχόμενα τιθασείαν.