Ancient Greek
Δ, Chapter 2
Theophrastus, Enquiry into Plants 2.1-4
Not analysed yet
ΙΙ. Ἐν Αἰγύπτῳ γάρ ἐστιν ἴδια δένδρα πλείω, ἥ τε συκάμινος καὶ ἡ περσέα καλουμένη καὶ ἡ βάλανος καὶ ἡ ἄκανθα καὶ ἕτερ᾿ ἄττα. Ἔστι δὲ ἡ μὲν συκάμινος παραπλησία πως τῇ ἐνταῦθα συκαμίνῳ· καὶ γὰρ τὸ φύλλον παρόμοιον ἔχει καὶ τὸ μέγεθος καὶ τὴν ὅλην πρόσοψιν, τὸν δὲ καρπὸν ἰδίως φέρει παρὰ τὰ ἄλλα, καθάπερ ἐλέχθη καὶ ἐν τοῖς ἐξ ἀρχῆς· οὐ γὰρ ἀπὸ τῶν βλαστῶν οὐδ᾿ ἀ πὸ τῶν ἀκρεμόνων ἀλλ᾿ ἐκ τοῦ στελέχους, μέγεθος μὲν ἡλίκον σῦκον καὶ τῇ ὄψει δὲ παραπλήσιον, τῷ χυλῷ δὲ καὶ τῇ γλυκύτητι τοῖς ὀλύνθοις, πλὴν γλυκύτερον πολὺ καὶ κεγχραμίδας ὅλως οὐκ ἔχοντα, πλήθει δὲ πολύν. καὶ πέττειν οὐ δύναται μὴ ἐπικνισθέντα· ἀλλ᾿ ἔχοντες ὄνυχας σιδηροῦς ἐπικνίζουσιν· ἃ δ᾿ ἂν ἐπικνισθῇ τεταρταῖα πέττεται· τούτων δ᾿ ἀφαιρεθέντων πάλιν ἄλλα φύεται καὶ ἄλλα καὶ ἐκ τοῦ αὐτοῦ τόπου μηδὲν παραλλάττοντα· καὶ τοῦθ᾿ οἱ μὲν τρὶς οἱ δὲ πλεονάκις φασὶ γίνεσθαι.