Ancient Greek · ~3 min
Δ, Chapter 1
Theophrastus, Enquiry into Plants 1.5-3
Not analysed yet
Σχεδὸν δὲ τὰς αὐτὰς ἔχει διαφορὰς τούτοις καὶ ἐν τοῖς παλισκίοις καὶ ἐν τοῖς εὐείλοις καὶ ἐν τοῖς ἀπνόοις καὶ εὐπνόοις· ὀζωδέστερα γὰρ καὶ βραχύτερα καὶ ἦττον εὐθέα τὰ ἐν τοῖς εὐείλοις ἤ τοῖς προσηνέμοις. ὅτι δὲ ἕκαστον ζητεῖ καὶ χώραν οἰκείαν καὶ κρᾶσιν ἀέρος φανερὸν τῷ τὰ μὲν φέρειν ἐνίους τόπους τὰ δὲ μὴ φέρειν μήτε αὐτὰ γιγνόμενα μήτε φυτευόμενα ῥᾳδίως, ἐὰν δὲ καὶ ἀντιλάβηται μὴ καρποφορεῖν, ὥσπερ ἐπὶ τοῦ φοίνικος ἐλέχθη καὶ τῆς Αἰγυπτίας συκαμίνου καὶ ἄλλων· εἰσὶ γὰρ πλείω καὶ ἐν πλείοσι χώραις τὰ μὲν ὅλως οὐ φυόμενα τὰ δὲ φυόμενα μὲν ἀναυξῆ δὲ καὶ ἄκαρπα καὶ τὸ ὅλον φαῦλα. περὶ ὦν ἴσως λεκτέον ἐφ᾿ ὅσον ἔχομεν ἱστορίας.