Ancient Greek · ~2 min
Ε, Chapter 2
Theophrastus, Enquiry into Plants 2.1-5
Not analysed yet
II. Διαιροῦσι γάρ τινες κατὰ τὰς χώρας, καί φασιν ἀρίστην μὲν εἶναι τῆς ὕλης πρὸς τὴν τεκτονικὴν χρείαν τῆς εἰς τὴν Ἑλλάδα παραγινομένης τὴν Μακεδονικήν· λεία τε γάρ ἐστι καὶ ἀστραβὴς καὶ ἔχουσα θυῖον. δευτέραν δὲ τὴν Ποντικήν, τρίτην δὲ τὴν ἀπὸ τοῦ Ῥυνδάκου, τετάρτην δὲ τὴν Aἰνιανικήν· χειρίστην δὲ τήν τε Παρνασιακὴν καὶ τὴν Eὐβοϊκην· καὶ γὰρ ὀζώδεις καὶ τραχείας καὶ ταχὺ σήπεσθαι. περὶ δὲ τῆς Ἀρκαδικῆς σκεπτέον.