Ancient Greek · ~2 min
Ε, Chapter 2
Theophrastus, Enquiry into Plants 2.2-5
Not analysed yet
Ἰσχυρότατα δὲ τῶν ξύλων ἐστὶ τὰ ἄοζα καὶ λεῖα· καὶ τῇ ὄψει δὲ ταῦτα κάλλιστα. ὀζώδη δὲ γίνεται τὰ κακοτροφηθέντα καὶ ἤτοι χειμῶνι πιεσθέντα ἡ καὶ ἄλλῳ τινὶ τοιούτῳ· τὸ γὰρ ὅλον τὴν πολυοζίαν εἶναι ἔνδειαν εὐτροφίας. ὅταν δὲ κακοτροφήσαντα ἀναλάβῃ πάλιν καὶ εὐσθενήσῃ, συμβαίνει καταπίνεσθαι τοὺς ὄζους ὑπὸ τῆς περιφ ὕσεως· εὐτροφοῦν γὰρ καὶ αὐξανόμενον ἀναλαμβάνει καὶ πολλάκις ἔξωθεν μὲν λεῖον τὸ ξύλον διαιρούμενον δὲ ὀζῶδες ἐφάνη. δἰ ὃ καὶ σκοποῦνται τῶν σχιστῶν τὰς μήτρας· ἐὰν γὰρ αὗται ἔχωσιν ὄζους, ὀζώδη καὶ τὰ ἐκτός· καὶ οὗτοι χαλεπώτεροι τῶν ἐκτὸς καὶ φανεροί.