Ancient Greek · ~2 min
Η, Chapter 2
Theophrastus, Enquiry into Plants 2.1-7
Not analysed yet
II. Φύεται δὲ πάντα ἀπὸ τοῦ σπέρματος, ἔνια δὲ καὶ ἀπὸ παρασπάδος καὶ κλωνὸς καὶ ῥίζης. ἀπὸ μὲν παρασπάδος ἡ ῥάφανος· δεῖ γάρ τι καὶ ῥιζῶδες προσλαβεῖν. ἀπὸ δὲ τῶν βλαστῶν πήγανον ὀρίγανος ὤκιμον· ἀποφυτεύουσι γὰρ καὶ τοῦτο ὅταν σπιθαμιαῖον ἢ μεῖζον γένηται τεμόντες εἰς τὸ ἥμισυ. ἀπὸ ῥίζης δὲ σκόροδον καὶ κρόμυον καὶ βολβὸς καὶ ἄρον καὶ ἁπλῶς τὰ τοιαῦτα τῶν κεφαλορρίζων. φύεται δὲ καὶ εἴ τινων αἱ ῥίζαι διαμένουσιν ἐπὶ πλείονα χρόνον ἐπετειοκαύλων ὄντων. ὅτι δὲ ἀπὸ σπέρματος πάντα βλαστάνει φανερόν· καὶ γὰρ τὸ πήγανον, ὅπερ οὔ φασί τινες. ἀλλὰ βραδέως, δι᾿ ὃ καὶ ἀποφυτεύουσιν.