Ancient Greek · ~3 min
Η, Chapter 2
Theophrastus, Enquiry into Plants 2.2-7
Not analysed yet
Ὅσα δὲ ἀπὸ ῥίζης φύεται, τούτων ἡ μὲν ῥίζα χρόνιος αὐτὰ δὲ ἐπετειόκαυλα, δι᾿ ὃ καὶ παραβλαστάνουσιν αἱ ῥίζαι τῶν τοιούτων καὶ γίνονται πλείους οὐ μόνον ἐν τοῖς ἡμέροις καὶ κηπευομένοις ἀλλὰ καὶ ἐν τοῖς ἀγρίοις, ὥσπερ εἴπομεν, οἷον βολβοῖς γηθύοις σκίλλαις καὶ τοῖς ἄλλοις. παραβλαστάνει δ᾿ ἔνια καὶ τῶν μὴ κεφαλορρίζων χρονιωτέρων δέ, οἷον σέλινον καὶ τεύτλιον· ἀφιᾶσι γὰρ ῥίζας ἀφ᾿ ὧν φύονται φύλλα καὶ καυλοί. παραβλαστάνει δὲ καὶ γήθυον καὶ πράσον καὶ παραφύει κάτωθεν οἷον βολβώδη τινα κεφαλήν, ἐξ ἧς ἡ βλάστησις γίνεται τῶν φύλλων, αὐανθέντος δὲ τοῦ καυλοῦ καὶ τοῦ σπέρματος ἀφαιρεθέντος· ἀλλὰ διὰ τὸ μὴ χρησίμας εἶναι τὰς τούτων κεφαλὶς οὐ συλλέγουσιν εἰς ξηρασίαν, δι᾿ ὃ καὶ οὐ φυτεύουσι.