Ancient Greek · ~2 min
Θ, Chapter 2
Theophrastus, Enquiry into Plants 2.10-3
Not analysed yet
Τὸ δὲ τὴν αὐτὴν διφορεῖν, ἐν ᾧπερ γε ἅπαξ αἱ ἄλλαι, σύνορον οὖσαν καὶ μίαν θαυμασιώτατον· αὕτη μὲν οὖν ἐν μεγίστῃ διαφορᾷ. Τὰ δὲ κατὰ τὰς ἄλλας χώρας οὐ πολλὴν ἢ οὐδεμίαν ὡς εἰπεῖν τοῦ γε χρόνου λαμβάνει διάστασιν· προτερεῖ γὰρ ταῖς ὥραις τὰ Ἀθήνῃσι τῶν περὶ Ἑλλήσποντον ἡμέραις τριάκοντα μάλιστα ἢ οὐ πολλῷ πλείοσιν· εἰ μὲν οὖν καὶ ὁ σπορητὸς πρότερον, μετάθεσις ἂν εἴη τῆς ὥρας· εἰ δ᾿ ἅμα, δῆλον ὅτι πλείων ἂν ὁ χρόνος.