Ancient Greek · ~2 min
Θ, Chapter 2
Theophrastus, Enquiry into Plants 2.9-5
Not analysed yet
Ὑπερβάλλον δ᾿ ἔτι τούτου καὶ πάντων θαυμασιώτερον τὸ περὶ Χαλκίαν τὴν νῆσον τὴν Ῥοδίων γινόμενον· ἐκεῖ γάρ φασιν εἶναί τινα τόπον πρώϊον οὕτω καὶ εὔφορον ὡς σπαρεισῶν κριθῶν ἅμα ταῖς ἄλλαις θερίσαντες ταύτας σπείρουσιν εἶτα πάλιν, εἶτα θερίζουσιν ἅμα τοῖς λοιποῖς· μεγίστη μὲν οὖν, εἴπερ ἀληθής, αὕτη διαφορά. τὸ γὰρ εἰς ἑτέραν χώραν μετενεχθέντα διαφέρειν, ὥσπερ ἐκ Κιλικίας φασὶν εἰς Καππαδοκίαν καὶ ὅλως τὴν ἐπέκεινα τοῦ Ταύρου, ἧττον ἄτοπον· φανερὰ γὰρ ἡ τῶν τόπων διάστασις.