Ancient Greek · ~2 min
Δ, Chapter 2
Theophrastus, Enquiry into Plants 2.11-2
Not analysed yet
Ὕλημα δὲ ἴδιόν τι φύεται περὶ Μέμφιν, οὐ κατὰ φύλλα καὶ βλαστοὺς καὶ τὴν ὅλην μορφὴν ἔχον τὸ ἴδιον ἀλλ᾿ εἰς τὸ συμβαῖνον περὶ αὐτὸ πάθος· ἡ μὲν γὰρ πρόσοψις ἀκανθώδης ἐστὶν αὐτοῦ, καὶ τὸ φύλλον παρόμοιον ταῖς πτερίσιν· ὅταν δέ τις ἅψ ηται τῶν κλωνίων, ὥσπερ ἀφαυαινόμενα τὰ φύλλα συμπίπτειν φασὶν εἶτα μετά τινα χρόνον ἀναβιώσκεσθαι πάλιν καὶ θάλλειν. καὶ τὰ μὲν ἴδια τῆς χώρας,. ὅσα γ᾿ ἂν δένδρα τις ἢ θάμνους εἴποι, τά γ᾿ ἐπιφανέστατα ταῦτ᾿ ἐστί. περὶ γὰρ τῶν ἐν τῷ ποταμῷ καὶ τοῖς ἕλεσιν ὕστερον ἐροῦμεν, ὅταν καὶ περὶ τῶν ἄλλων ἐνύδρων.