Ancient Greek · ~2 min
Δ, Chapter 2
Theophrastus, Enquiry into Plants 2.10-2
Not analysed yet
Ἄλλο δέ τι δένδρον ἡ κοκκυμηλέα, μέγα μὲν τῷ μεγέθει καὶ τὴν φύσιν τοῦ καρποῦ ὅμοιον τοῖς μεσπίλοις, καὶ τὸ μέγεθος παραπλήσιον πλὴν ἔχοντα πυρῆνα στρογγύλον· ἄρχεται δὲ ἀνθεῖν μηνὸς Πυανεψιῶνος, τὸν δὲ καρπὸν πεπαίνει περὶ ἡλίου τροπὰς χειμερινάς· ἀείφυλλον δ᾿ ἐστίν. οἱ δὲ περὶ τὴν Θηβαΐδα κατοικοῦντες διὰ τὴν ἀφθονίαν τοῦ δένδρου ξηραίνουσι τὸν καρπὸν καὶ τὸν πυρῆνα ἐξαιροῦντες κόπτουσι καὶ ποιοῦσι παλάθας.