Ancient Greek · ~2 min
ΘΕΟΦΡΑΣΤΟΥ ΠΕΡΙ ΦΥΤΩΝ ΙΣΤΟΡΙΑΣ, Chapter 2
Theophrastus, Enquiry into Plants 2.2-6
Not analysed yet
Δύο δὲ εἴδη καὶ τοῦ κνεώρου· ὁ μὲν γὰρ λευκὸς ὁ δὲ μέλας. ἔχει δὲ ὁ μὲν λευκὸς τὸ φύλλον δερματῶδες πρόμηκες ὁμοιόσχημον τρόπον τινὰ τῇ ἐλάᾳ, ὁ δὲ μέλας οἷον ἡ μυρίκη σαρκῶδες· ἐπίγειος δὲ μᾶλλον ὁ λευκός· ἔστι δὲ ὀσμώδης, ὁ δὲ μέλας ἄοσμος. τὴν δὲ ῥίζαν τὴν εἰς βάθος ἄμφω μεγάλην ἔχουσι καὶ τοὺς ἀκρεμόνας πολλοὺς καὶ παχεῖς καὶ ξυλώδεις ἀπ᾿ αὐτῆς τῆς γῆς ἢ μικρὸν ἄνω σχιζομένους, ξυλωδεστάτην δέ. γλίσχρον δὲ σφόδρα, δι᾿ ὃ καὶ χρῶνται πρὸς τὸ καταδεῖν καὶ περιλαμβάνειν, ὥσπερ τῷ οἴκῳ. βλαστάνει δὲ καὶ ἀνθεῖ μετ᾿ ἰσημερίαν μετοπωρινὴν καὶ ἀνθεῖ πολὺν χρόνον.