Ancient Greek · ~2 min
ΘΕΟΦΡΑΣΤΟΥ ΠΕΡΙ ΦΥΤΩΝ ΙΣΤΟΡΙΑΣ, Chapter 2
Theophrastus, Enquiry into Plants 2.3-6
Not analysed yet
Καὶ τῆς ὀριγάνου δὲ ἡ μέλαινα ἄκαρπος ἡ δὲ λευκὴ κάρπιμος. καὶ θύμον τὸ μὲν λευκὸν τὸ δὲ μέλαν εὐανθὲς δὲ σφόδρα· περὶ τροπὰς γὰρ ἀνθεῖ θερινάς. ἀφ᾿ οὗ καὶ ἡ μέλιττα λαμβάνει τὸ μέλι, καὶ τούτῳ φασὶν οἱ μελιττουργοὶ δῆλον εἶναι. πότερον εὐμελιτοῦσι ἢ οὔ· καλῶς γὰρ ἀπανθήσαντος εὐμελιτεῖν· βλάπτει δὲ καὶ ἀπόλλυσι τὴν ἄνθησιν ἐάν ὕδωρ ἐπιγένηται. Σπέρμα δὲ κάρπιμον ἡ μὲν θύμβρα καὶ ἔτι μᾶλλον ἡ ὀρίγανος ἔχει φανερόν, τοῦ θύμου δ᾿ οὐκ ἔστι λαβεῖν, ἀλλ᾿ ἐν τῷ ἄνθει πως ἀναμέμικται· σπείρουσι γάρ τοῦτο καὶ ἀναβλαστάνει.