Ancient Greek · ~2 min
Δ, Chapter 2
Theophrastus, Enquiry into Plants 2.3-4
Not analysed yet
Ἔοικε δέ τις παραπλησία ἡ φύσις εἶναι καὶ τῆς ἐν Κρήτῃ καλουμένης Κυπρίας συκῆς· καὶ γὰρ ἐκείνη φέρει τὸν καρπὸν ἐκ τοῦ στελέχους καὶ ἐκ τῶν παχυτάτων ἀκρεμόνων, πλὴν ὅτι βλαστόν τινα ἀφίησι μικρὸν ἄφυλλον ὥσπερ ῥιζίον, πρὸς ᾧ γε ὁ καρπός. τὸ δὲ στέλεχος μέγα καὶ παρόμοιον τῇ λεύκῃ, φύλλον δὲ τῇ πτελέᾳ. πεπαίνει δὲ τέτταρας καρπούς, ὅσαιπερ αὐτοῦ καὶ αἱ βλαστήσεις· οὐδένα δὲ πεπαίνει μὴ ἐπιτμηθέντος τοῦ ἐρινοῦ καὶ ἐκρυεντος τοῦ ὀποῦ. ἡ δὲ γλυκύτης προσεμφερὴς τῷ σύκῳ καὶ τὰ ἔσωθεν τοῖς ἐρινοῖς· μέγεθος ἡλίκον κοκκύμηλον.