Ancient Greek
Δ, Chapter 2
Theophrastus, Enquiry into Plants 2.4-4
Not analysed yet
(Ταύτῃ δὲ παραπλησία καὶ ἣν οἱ Ἴωνες κερωνίαν καλοῦσιν· ἐκ τοῦ στελέχους γὰρ καὶ αὕτη φέρει τὸν πλεῖστον καρπόν, ἀπὸ δὲ τῶν ἀκρεμόνων, ὥσπερ εἴπομεν, ὀλίγον. ὁ δὲ καρπὸς ἔλλοβος, ὃν καλοῦσί τινες Αἰγύπτιον σῦκον διημαρτηκότες· οὐ γίνεται γὰρ ὅλως περὶ Αἴγυπτον ἀλλ᾿ ἐν Συρίᾳ καὶ ἐν Ἰωνίᾳ δὲ καὶ περὶ Κνίδον καὶ Ῥόδον. ἀείφυλλον δὲ καὶ ἄνθος ἔκλευκον ἔχον καί τι βαρύτητος, μὴ μετεωρίζον δὲ σφόδρα καὶ ὅλως ἐκ τῶν κάτω παραβλαστητικὸν ἄνωθεν δὲ ὑποξηραινόμενον. ἔχει δὲ ἅμα καὶ τὸν ἕνον καὶ τὸν νέον καρπόν· ἀφαιρουμένου γὰρ θατέρου μετὰ Κύνα καὶ ὁ ἕτερος εὐθὺς φανερὸς κυούμενος· κύεται γὰρ ὥσπερ βότρυς ὁμοσ χήμων· εἶτ᾿ αὐξηθεὶς ἀνθεῖ περὶ Ἀρκτοῦρον καὶ ἰσημερίαν· ἀπὸ τούτου δὴ διαμένει τὸν χειμῶνα μέχρι Κυνός. ἡ μὲν οὖν ὁμοιότης ὅτι στελεχόκαρπα καὶ ταῦτα· διαφοραὶ δὲ αἱ εἰρημέναι πρὸς τὴν συκάμινον.)