Ancient Greek · ~4 min
Ε, Chapter 2
Theophrastus, Enquiry into Plants 2.3-5
Not analysed yet
Γίνονται δὲ καὶ αἱ σπεῖραι διὰ χειμῶνας τε καὶ κακοτροφίαν. σπείρας δὲ καλοῦσιν ὅταν ῇ συστροφή τις ἐν αὐτῇ μείζων καὶ κύκλοις περιεχομένη πλείοσιν οὖθ’ ὥσπερ ὁ ὄζος ἁπλῶς οὅθ᾿ ὡς ἡ οὐλότης ἡ ἐν αὐτῷ τῷ ξύλῳ· δἰ ὅλου γάρ πως αὕτη καὶ ὁμαλίζουσα· χαλεπώτερον δὲ τοῦτο πολὺ καὶ δυσεργότερον τῶν ὄζων. ἔοικε δὲ παραπλησίως καὶ ὡς ἐν τοῖς λίθοις ἐγγίνεσθαι τὰ καλούμενα κέντρα. ὅτι δ᾿ ἡ περίφυσις καταλαμβάνει τοὺς ὄζους φανερώτατον ἐξ αὐτῆς τῆς αἰσθήσεως, οὐ μὴν ἀλλὰ καὶ ἐκ τῶν ἄλλων τῶν ὁμοίων· πολλάκις γὰρ αὐτοῦ τοῦ δένδρου μέρος τι συνελήφθη ὑπὸ θατέρου συμφυοῦς γενομένου· καὶ ἐάν τις ἐκγλύψας θῇ λίθον εἰς τὸ δένδρον ἡ καὶ ἄλλο τι τοιοῦτον, κατακρύπτεται περιληφθὲν ὑπὸ τῆς περιφύσεως· ὅπερ καὶ περὶ τὸν κότινον συνέβη τὸν ἐν Μεγάροις τὸν ἐν τῇ ἀγορᾷ· οὗ καὶ ἐκκοπέντος λόγιον ἦν ἁλῶναι καὶ διαρπασθῆναι τὴν πόλιν· ὅπερ ἐγένετο Δημήτριος.