Ancient Greek · ~2 min
ΘEOΦPAΣTOΥ ΠEΡΙ ΦΥΤΩN ΙΣTOΡΙΑΣ, Chapter 2
Theophrastus, Enquiry into Plants 2.4
Not analysed yet
εἰλημμένων δὲ τῶν μερῶν μετὰ ταῦτα ληπτέον τὰς τούτων διαφοράς· οὕτως γὰρ ἅμα καὶ ἡ οὐσία φανερὰ καὶ ἡ ὅλη τῶν γενῶν πρὸς ἄλληλα διάστασις. Ἡ μὲν οὖν τῶν μεγίστων σχεδὸν εἴρηται· λέγω δ᾿ οἶον ῥίζης καυλοῦ τῶν ἄλλων· αἱ γὰρ δυνάμεις καὶ ὧν χάριν ἕκαστον ὕστερον ῥηθήσονται. ἐξ ὧν γὰρ καὶ ταῦτα καὶ τὰ ἄλλα σύγκειται πειρατέον εἰπεῖν ἀρξαμένους ἀπὸ τῶν πρώτων. Πρῶτα δέ ἐστι τὸ ὑγρὸν καὶ θερμόν· ἅπαν γὰρ φυτὸν ἔχει τινὰ ὑγρότητα καὶ θερμότητα σύμφυτον ὥσπερ καὶ ζῶον, ὧν ὑπολειπόντων γίνεται γῆρας καὶ φθίσις, τελείως δὲ ὑπολιπόντων θάνατος καὶ αὔανσις.