Ancient Greek · ~2 min
ΘEOΦPAΣTOΥ ΠEΡΙ ΦΥΤΩN ΙΣTOΡΙΑΣ, Chapter 2
Theophrastus, Enquiry into Plants 2.5
Not analysed yet
ἐν μὲν οὖν τοῖς πλείστοις ἀνώνυμος ἡ ὑγρότης, ἐν ἐνίοις δὲ ὠνομασμένη καθάπερ εἴρηται. τὸ αὐτὸ δὲ καὶ ἐπὶ τῶν ζώων ὑπάρχει· μόνη γὰρ ἡ τῶν ἐναίμων ὑγρότης ὠνόμασται, δι᾿ ὃ καὶ διῄρηται πρὸς τοῦτο στερήσει· τὰ μὲν γὰρ ἄναιμα τὰ δ᾿ ἔναιμα λέγεται. ἕν τι μὲν οὖν τοῦτο τὸ μέρος καὶ τὸ τούτῳ συνηρτημένον θερμόν. Ἄλλα δ᾿ ἤδη ἕτερα τῶν ἐντός, ἃ καθ᾿ ἑαυτὰ μέν ἐστιν ἀνώνυμα, διὰ δὲ τὴν ὁμοιότητα ἀπεικάζεται τοῖς τῶν ζώων μορίοις. ἔχουσι γὰρ ὥσπερ ἶνας· ὅ ἐστι συνεχὲς καὶ σχιστὸν καὶ ἐπίμηκες, ἀπαράβλαστον δὲ καὶ ἄβλαστον.