Ancient Greek · ~3 min
B, Chapter 2
Theophrastus, Enquiry into Plants 2.4-2
Not analysed yet
Ἁπάντων δὲ ὅσων πλείους αἱ γενέσεις, ἡ ἀπὸ παρασπάδος καὶ ἔτι μᾶλλον ἡ ἀπὸ παραφυάδος ταχίστη καὶ εὐαυξής, ἐὰν ἀπὸ ῥίζης ἡ παραφυὰς ᾖ. καὶ τὰ μὲν οὕτως ἢ ὅλως ἀπὸ φυτευτηρίων πεφυτευμένα πάντα δοκεῖ τοὺς καρποὺς ἐξομοιοῦν. ὅσα δ᾿ ἀπὸ τοῦ καρποῦ τῶν δυναμενων καὶ οὕτως βλαστάνειν, ἅπανθ᾿ ὡς εἰπεῖν χείρω, τὰ δὲ καὶ ὅλως ἐξίσταται τοῦ γένους, οἷον ἄμπελος μηλέα συκῆ ῥοιὰ ἄπιος· ἔκ τε γὰρ τῆς κεγχραμίδος οὐδὲν γίνεται γένος ὅλως ἥμερον, ἀλλ᾿ ἢ ἐρινεὸς ἢ ἀγρία συκῆ, διαφέρουσα πολλάκις καὶ τῇ χροίᾳ· καὶ γὰρ ἐκ μελαίνης λευκὴ καὶ ἐκ λευκῆς μέλαινα γίνεται· ἔκ τε τῆς ἀμπέλου τῆς γενναίας ἀγεννής· καὶ πολλάκις ἕτερον γένο· ὁτὲ δὲ ὅλως οὐδὲν ἥμερον ἀλλ᾿ ἄγριον ἐνίοτε καὶ τοιοῦτον ὥστε μὴ ἐκπέττειν τὸν καρπόν· αἱ δ᾿ ὥστε μηδὲ ἁδρύνειν ἀλλὰ μέχρι τοῦ ἀνθῆσαι μόνον ἀφικνεῖσθαι.