Ancient Greek · ~2 min
B, Chapter 2
Theophrastus, Enquiry into Plants 2.5-2
Not analysed yet
Φύονται δὲ καὶ ἐκ τῶν τῆς ἐλάας πυρήνων ἀγριέλαιος, καὶ ἐκ τῶν τῆς ῥόας κόκκων τῶν γλυκέων ἀγεννεῖς, καὶ ἐκ τῶν ἀπυρήνων σκληραί, πολλάκις δὲ καὶ ὀξεῖαι. τὸν αὐτὸν δὲ τρόπον καὶ ἐκ τῶν ἀπίων καὶ ἐκ τῶν μηλέων· ἐκ μὲν γὰρ τῶν ἀπίων μοχθηρὰ ἡ ἀχράς, ἐκ δὲ τῶν μηλέων χείρων τε τῷ γένει καὶ ἐκ γλυκείας ὀξεῖα, καὶ ἐκ στρουθίου Κυδώνιος. χείρων δὲ καὶ ἡ ἀμυγδαλῆ καὶ τῷ χυλῷ καὶ τῷ σκληρὰ ἐκ μαλακῆς· δι᾿ ὃ καὶ αὐξηθεῖσαν ἐγκεντρίζειν κελεύουσιν, εἰ δὲ μὴ τὸ μόσχευμα μεταφυτεύειν πολλάκις.