Ancient Greek · ~2 min
ΘΕΟΦΡΑΣΤΟΥ ΠΕΡΙ ΦΥΤΩΝ ΙΣΤΟΡΙΑΣ, Chapter 2
Theophrastus, Enquiry into Plants 2.4-6
Not analysed yet
ζητοῦσι δὲ καὶ λαμβάνουσιν οἱ ἐξάγειν Ἀθήνῃσι βουλόμενοι τὸ γένος. ἴδιον δὲ ἔχει καὶ πρὸς ταῦτα καὶ σχεδὸν πρὸς τὶ ἄλλα τὸ κατὰ τοὺς τόπους· οὐ γάρ φασι δύνασθαι φύεσθαι καὶ λαμβάνειν ὅπου μὴ ἀναπνοὴ διικνεῖται ἡ ἀπὸ τῆς θαλάττης· δι᾿ οὐδ᾿ ἐν Ἀρκαδίᾳ γίνεται· θύμβρα δὲ καὶ ὀρίγανος καὶ τὶ τοιαῦτα πολλὰ καὶ πολλαχοῦ. παραπλήσιον οὖν τὸ συμβαῖνον τοῦτο καὶ ἐπὶ τῆς ἐλάας· οὐδὲ γὰρ οὐδ᾿ ἐκείνη δοκεῖ τριακοσίων σταδίων ἀπὸ θαλάττης ἐπάνω φύεσθαι.