Ancient Greek · ~2 min
Η, Chapter 2
Theophrastus, Enquiry into Plants 2.4-7
Not analysed yet
Τῶν δὲ καυλῶν κολουσθέντων πάντα μὲν ὡς εἰπεῖν βλαστάνει πλὴν τῶν ἀποκαύλων, ἐμφανέστατα δ᾿ ὥσπερ καὶ εἰς χρείαν ὤκιμον θρῖδαξ ῥάφανος. καὶ τῆς μὲν θρίδακος ἡδίους φασὶ τοὺς παλιμβλαστεῖς εἶναι καυλούς· τὸν γὰρ πρῶτον ὀπώδη καὶ πικρὸν εἶναι ὡς ἄπεπτον· οἱ δὲ τὸ ἐναντίον ὀπωδεστέρους τούτους ἀλλ᾿ ἕως ἂν ὦσιν ἁπαλοὶ φαίνεσθαι γλυκυτέρους. ἀλλ᾿ ἐπὶ τῆς ῥαφάνου τοῦτο ὁμολογούμενον, ὡς εἰ πάλιν βλαστήσειεν ἡδίων ἀφαιρεθέντων γε τῶν φύλλων πρὸ τοῦ διακαυλίσαι.