Ancient Greek · ~2 min
Η, Chapter 2
Theophrastus, Enquiry into Plants 2.3-7
Not analysed yet
τάχα δὲ ταῦτα καὶ ὁμογενῆ καὶ σύνεγγύς πως τῇ τοῦ κρομύου φύσει, δι᾿ ὃ καὶ οὐ θαυμαστόν. ἀλλ᾿ ὁμοίως ἐπὶ πάντων καὶ ἡμέρων καὶ ἀγρίων, ὅσα χρονιώτερα μέν ἐστιν ἐπετειόκαυλα δέ, τούτων καὶ αἱ ῥίζαι ἐπιβλαστάνουσιν, ὥσπερ καὶ ἐπὶ τῶν φρυγανικῶν καὶ τῶν θαμνωδῶν· ἀλλ᾿ ἐπὶ τῶν κρομύων καὶ σκορόδων καὶ βολβῶν καὶ ὥσπερ ἀριθμός τις γίνεται τούτων. ἡ δὴ γένεσις, ὥσπερ εἴρηται. τριχῶς ἐστιν, ἀπὸ σπέρματος μὲν πάντων, ἀπὸ δὲ καυλοῦ καὶ ῥίζης τῶν εἰρημένων.