Ancient Greek · ~2 min
Γ, Chapter 2
Theophrastus, Enquiry into Plants 2.5-3
Not analysed yet
οὐ μὴν ἀλλ᾿ ἔν γε τοῖς μεγάλοις ὄρεσιν, οἶον Παρνησῷ τε καὶ Κυλλήνῃ καὶ Ὀλύμπῳ τῷ Πιερικῷ τε καὶ τῷ Μυσίῳ καὶ εἴ που τοιοῦτον ἕτερον, ἅπαντα φύεται διὰ τὴν πολυειδίαν τῶν τόπων· ἔχουσι γὰρ καὶ λιμνώδεις καὶ ἐνύγρους καὶ ξηροὺς καὶ γεώδεις καὶ πετρώδεις καὶ τοὺς ἀνὰ μέσον λειμῶνας καὶ σχεδὸν ὅσαι διαφοραὶ τῆς γῆς· ἔτι δὲ τοὺς μὲν κοίλους καὶ εὐδιεινοὺς τοὺς δὲ μετεώρους καὶ προσηνέμους· ὥστε δύνασθαι παντοῖα καὶ τὰ ἐν τοῖς πεδίοις φέρειν.