Ancient Greek
Γ, Chapter 2
Theophrastus, Enquiry into Plants 2.4-3
Not analysed yet
Ἔτι τε τῷ φιλόψυχρα καὶ ὀρεινὰ μᾶλλον εἶναι· καὶ γὰρ τοῦτο λαμβάνεται πρὸς τὴν ἀγριότητα τῶν δένδρων καὶ ὅλως τῶν φυτῶν, εἴτ᾿ οὖν καθ᾿ αὑτὸ λαμβανόμενον εἴτε κατὰ συμβεβηκός. Ὁ μὲν οὖν τῶν ἀγρίων ἀφορισμὸς εἴθ᾿ οὕτως ἡ καὶ ἄλλως ληπτέος, οὐδὲν ἄν ἴσως διενέγκοι πρὸς τὰ νῦν· ἐκεῖνο δὲ ἀληθές, ὥς γε τῷ τύπῳ καὶ ἁπλῶς εἰπεῖν, ὅτι μᾶλλον ὀρεινὰ τὰ ἄγρια καὶ εὐθενεῖ τὰ πλείω καὶ μᾶλλον ἐν τούτοις τοῖς τόποις, ἐὰν μή τις λαμβάνῃ τὰ φίλυδρα καὶ παραποτάμια καὶ ἀλσώδη. ταῦτα γὰρ καὶ τὰ τοιαῦτα τυγχάνει πεδεινὰ μᾶλλον.