Ancient Greek
Θ, Chapter 2
Theophrastus, Enquiry into Plants 2.5-7
Not analysed yet
Ἀπολυθεὶς δ᾿ εὐθὺς ἀνθεῖ μεθ᾿ ἡμέρας τέτταρας ἡ πέντε καὶ πυρὸς καὶ κριθὴ καὶ ἀνθεῖ σχεδὸν τὰς ἴσας, οἱ δὲ τὰς πλείστας λέγοντες ἐν ταῖς ἑπτά φασιν ἀπανθεῖν. ἀλλὰ τῶν χεδροπῶν χρόνιος ἡ ἄνθησις· χρονιωτάτη δὲ τῶν μὲν ἄλλων ὀρόβου καὶ ἐρεβίνθου, τούτων δ᾿ ἀπάντων τοῦ κυάμου καὶ ἐν μεγίστῃ διαφορᾷ· τετταράκοντα γὰρ ἡμερῶν ἀνθεῖν λέγουσι· πλὴν οἱ μὲν ἀεὶ παρανθοῦντος ἑτέρου καὶ ἑτέρου λέγουσι, κατὰ μέρος γὰρ ἀνθεῖν, οἱ δὲ ἀπλῶς. ἡ γὰρ ἄνθησις τῶν μὲν σταχυηρῶν ἀθρόως τῶν δὲ ἐλλοβωδῶν καὶ χεδροπῶν πάντων κατὰ μέρος· πρῶτα γὰρ ἀνθεῖ τὰ κάτω, καὶ ὅταν ταῦτα ἀπανθήσῃ τὰ ἐχόμενα, καὶ οὕτως αἰεὶ βαδίζει πρὸς τὰ ἄνω. δι᾿ πολλὰ τῶν ὀρόβων τίλλεται τὰ μὲν κάτω κατερρυηκότα τὰ δ᾿ ἄνω χλωρὰ πάμπαν.