Ancient Greek · ~2 min
Θ, Chapter 2
Theophrastus, Enquiry into Plants 2.4-8
Not analysed yet
Τὸν μὲν οὖν χειμῶνα ἐν τῇ χλόῃ μένει τὰ σιτώδη, διαγελώσης δὲ τῆς ὥρας καυλὸν ἀφίησιν ἐκ τοῦ μέσου καὶ γονατοῦται. συμβαίνει δ᾿ εὐθὺς ἐν τῷ τρίτῳ γόνατι, τοῖς δὲ ἐν τῷ τετάρτῳ. καὶ τὸν στάχυν ἔχειν ἀλλ᾿ οὐ φανερὸν ἐν τῷ ὄγκῳ· —γίνεται δὲ ἐν τῷ ὅλῳ καλάμῳ πλείω τούτων· ὥστε σχεδὸν ἄμα τῷ καλαμοῦσθαι συνίστασθαι μικρὸν ὕστερον· ἀλλ᾿ οὐ πρότερον φανερὸς γίνεται πρὶν ἂν προαυξηθεὶς ἐν τῇ κάλυκι γένηται, τότε δὲ ἡ κύησις φανερὰ διὰ τὸν ὄγκον.