Ancient Greek · ~6 min
ΘEOΦPAΣTOΥ ΠEΡΙ ΦΥΤΩN ΙΣTOΡΙΑΣ, Chapter 2
Theophrastus, Enquiry into Plants 2.6
Not analysed yet
ἔτι δὲ φλέβας. αὗται δὲ τὰ μὲν ἄλλα εἰσὶν ὅμοιαι τῇ ἰνί, μείζους δὲ καὶ παχύτεραι καὶ παραβλάστας ἔχουσαι καὶ ὑγρότητα. ἔτι ξύλον καὶ σάρξ. τὰ μὲν γὰρ ἔχει σάρκα τὰ δὲ ξύλον. ἔστι δὲ τὸ μὲν ξύλον σχιστόν, ἡ δὲ σὰρξ πάντη διαιρεῖται ὥσπερ γῆ καὶ ὅσα γῆς· μεταξὺ δὲ γίνεται ἰνὸς καὶ φλεβός· φανερὰ δὲ ἡ φύσις αὐτῆς ἐν ἄλλοις τε καὶ ἐν τοῖς τῶν περικαρπίων δέρμασι. φλοιὸς δὲ καὶ μήτρα κυρίως μὲν λέγεται, δεῖ δὲ αὐτὰ καὶ τῷ λόγῳ διορίσαι. φλοιὸς μὲν οὖν ἐστι τὸ ἔσχατον καὶ χωριστὸν τοῦ ὑποκειμένου σώματος. μήτρα δὲ τὸ μεταξὺ τοῦ ξύλου, τρίτον ἀπὸ τοῦ φλοιοῦ οἷον ἐν τοῖς ὀστοῖς μυελός. καλοῦσι δέ τινες τοῦτο καρδίαν, οἱ δ᾿ ἐντεριώνην· ἔνιοι δὲ τὸ ἐντὸς τῆς μήτρας αὐτῆς καρδίαν, οἱ δὲ μυελόν. Τὰ μὲν οὖν μόρια σχεδόν ἐστι τοσαῦτα. σύγκειται δὲ τὰ ὕστερον ἐκ τῶν προτέρων· ξύλον μὲν ἐξ ἰνὸς καὶ ὑγροῦ, καὶ ἔνια σαρκός· ξυλοῦται γὰρ σκληρυνομένη, οἷον ἐν τοῖς φοίνιξι καὶ νάρθηξι καὶ εἴ τι ἄλλο ἐκξυλοῦται, ὥσπερ αἱ τῶν ῥαφανίδων ῥίζαι· μήτρα δὲ ἐξ ὑγροῦ καὶ σαρκός· φλοιὸς δὲ ὁ μέν τις ἐκ πάντων τῶν τριῶν, οἷον ὁ τῆς δρυὸς καὶ αἰγείρου καὶ ἀπίου· ὁ δὲ τῆς ἀμπέλου ἐξ ὑγροῦ καὶ ἰνός· ὁ δὲ τοῦ φελλοῦ ἐκ σαρκὸς καὶ ὑγροῦ. πάλιν δὲ ἐκ τούτων σύνθετα τὰ μέγιστα καὶ πρῶτα ῥηθέντα καθαπερανεὶ μέλη, πλὴν οὐκ ἐκ τῶν αὐτῶν πάντα οὐδὲ ὡσαύτως ἀλλὰ διαφόρως. Εἰλημμένων δὲ πάντων τῶν μορίων ὡς εἰπεῖν τὰς τούτων διαφορὰς πειρατέον ἀποδιδόναι καὶ τὰς ὅλων τῶν δένδρων καὶ φυτῶν οὐσίας.