Ancient Greek · ~3 min
B, Chapter 2
Theophrastus, Enquiry into Plants 2.6-2
Not analysed yet
Χείρων δὲ καὶ ἡ δρῦς· ἀπὸ γοῦν τῆς ἐν Πύρρᾳ πολλοὶ φυτεύσαντες οὐκ ἐδύνανθ᾿ ὁμοίαν ποιεῖν. δάφνην δὲ καὶ μυρρίνην διαφέρειν ποτέ φασιν, ὡς ἐπὶ τὸ πολὺ δ᾿ ἐξίστασθαι καὶ οὐδὲ τὸ χρῶμα διασώζειν, ἀλλ᾿ ἐξ ἐρυθροῦ καρποῦ γίνεσθαι μέλαιναν, ὥσπερ καὶ τὴν ἐν Ἀντάνδρῳ· πολλάκις δὲ καὶ τὴν κυπάριττον ἐκ θηλείας ἄρρενα. μάλιστα δὲ τούτων ὁ φοῖνιξ δοκεῖ διαμένειν ὥσπερ εἰπεῖν τελείως τῶν ἀπὸ σπέρματος, καὶ πεύκη ἡ κωνοφόρος καὶ πίτυς ἡ φθειροποιός. ταῦτα μὲν οὖν ἐν τοῖς ἡμερωμένοις. ἐν δὲ τοῖς ἀγριοις δῆλον ὅτι πλειω κατὰ λόγον ὡς ἰσχυροτέροις· ἐπεὶ θάτερόν γε καὶ ἄτοπον, εἰ δὴ χείρω καὶ ἐν ἐκείνοις καὶ ὅλως ἐν τοῖς ἀπὸ σπέρματος μόνον· εἰ μή τι τῇ θεραπείᾳ δύνανται μεταβάλλειν.