Ancient Greek
ΘΕΟΦΡΑΣΤΟΥ ΠΕΡΙ ΦΥΤΩΝ ΙΣΤΟΡΙΑΣ, Chapter 2
Theophrastus, Enquiry into Plants 2.7-3
Not analysed yet
Τὸ δὲ ναρθηκῶδες, καὶ γὰρ καὶ τοῦτο τῶν φρυγανικῶν, πολλὰς περιείληφεν ἰδέας· ἐν οἷς πρῶτον ὑπὲρ τοῦ κοινοῦ πᾶσι λεκτέον, ὑπὲρ νάρθηκός τε καὶ ναρθηκίας, εἴτε τὸ αὐτὸ γένος ἐστὶν ἀμφοῖν διαφέρον δὲ κατὰ μέγεθος, εἴτε καὶ ἕτερον ὥσπερ τινές φασιν. ἡ δ᾿ οὖν φανερὰ. φύσις ἀμφοῖν ὁμοία πλὴν κατὰ τὸ μέγεθος· ὁ μὲν γὰρ νάρθηξ γίνεται μέγας σφόδρα ἡ δὲ ναρθηκία μικρά. μονόκαυλα δ᾿ ἄμφω καὶ γονατώδη, ἀφ᾿ ὧν τά τε φύλλα βλαστάνει καὶ καυλοί τινες μικροί·