Ancient Greek · ~3 min
ΘΕΟΦΡΑΣΤΟΥ ΠΕΡΙ ΦΥΤΩΝ ΙΣΤΟΡΙΑΣ, Chapter 2
Theophrastus, Enquiry into Plants 2.8-3
Not analysed yet
βλαστάνει δὲ παραλλὰξ τὰ φύλλα· λέγω δὲ παραλλὰξ ὅτι οὐκ ἐκ τοῦ αὐτοῦ μέρους τῶν γονάτων ἀλλ᾿ ἐναλλάξ· περιειληφότα δὲ τὸν καυλὸν ἐπὶ πολύ, καθάπερ τὰ τοῦ καλάμου, πλὴν ἀποκεκλιμένα ταῦτα μᾶλλον διὰ τὴν μαλακότητα καὶ τὸ μέγεθος· μέγα γὰρ τὸ φύλλον καὶ μαλακὸν καὶ πολυσχιδές, ὥστε εἶναι σχεδὸν τριχῶδες· ἔχει δὲ μέγιστα τὰ κάτω πρὸς τὴν γῆν καὶ ἀεὶ κατὰ λόγον. ἄνθος δὲ μηλινοειδὲς ἀμαυρόν, καρπὸν δὲ παρόμοιον τῷ ἀνήθῳ πλὴν μείζω. ἐξ ἄκρου δὲ σχίζεται καὶ ἔχει τινὰς οὐ μεγάλους καυλούς· ἐνταῦθα δὲ τό τε ἄνθος καὶ ὁ καρπός. ἔχει δὲ καὶ ἄνθος καὶ καρπὸν καὶ ἐν τοῖς παρακαυλίζουσι δι᾿ ὅλου, καθάπερ τὸ ἄνηθον. ἐπετειόκαυλον δέ, καὶ ἡ βλάστησις τοῦ ἦρος πρῶτον μὲν τῶν φύλλων ἔπειτα τοῦ καυλοῦ, καθάπερ τῶν ἄλλων. ῥίζαν δὲ ἔχει βαθεῖαν, ἔστι δὲ μονόρριζον. ὁ μὲν οὖν νάρθηξ τοιοῦτος.