Ancient Greek · ~3 min
Η, Chapter 2
Theophrastus, Enquiry into Plants 2.8-4
Not analysed yet
Τῶν δὲ ῥιζῶν ξυλωδέσταται πασῶν αἱ τοῦ ὠκίμου, καθάπερ καὶ ὁ καυλός. ἡ γὰρ τοῦ βλίτου καὶ τῆς ἀδραφάξυος καὶ τῶν τοιούτων ἧττον ξυλώδης. εἰσὶ γὰρ ὡς ἁπλῶς εἰπεῖν πασῶν αἱ μὲν σαρκώδεις αἱ δὲ ξυλώδεις. ,οἷον ἡ τοῦ τευτλίου καὶ τοῦ σελίνου καὶ ἱπποσελίνου καὶ λαπάθου καὶ ῥαφανίδος καὶ γογγυλίδος καὶ πάντων μάλιστα τῶν κεφαλοβαρῶν· οὐδὲ γὰρ ἀναξηραινόμεναι σκληρύνονται τελείως. ξυλώδεις δέ, ὥσπερ αἱ τοῦ ὠκίμου καὶ βλίτου καὶ ἀδραφάξυος καὶ εὐζώμου καὶ ἀνήθου καὶ κοριάννου καὶ ἁπλῶς τῶν νευροκαύλων· ἔχει γὰρ δὴ καὶ τὸ ἄνηθον καὶ τὸ κορίαννον ὄντα μονόρριζα ξυλώδη τε τὴν ῥίζαν καὶ οὐ μακρὰν οὐδὲ τὰς λεπτὰς ἀποφυάδας ἔχουσαν πολλάς· πολύκαυλα δὲ ἄμφω καὶ πολύοζα, δι᾿ ὃ καὶ οὐ κατὰ λόγον οὐδενὶ τούτων τὸ ἄνω πρὸς τὸ κάτω.