Ancient Greek · ~2 min
Η, Chapter 2
Theophrastus, Enquiry into Plants 2.9-4
Not analysed yet
Βραχύρριζα δὲ ταῦτά ἐστιν, οἷον θρῖδαξ ἀνδράχνη, τῇ ὀρθῇ καὶ ταῖς εἰς τὰ πλάγια. ἡ δὲ θρῖδαξ, ὥσπερ οὐκ ἔχει τὰς τοιαύτας ἀποφύσεις ἀλλὰ μόνον τὰς λεπτάς, καὶ μάλιστα δὴ μονόρριζον ὡς εἰπεῖν. ἁπλῶς δὴ πάντα τὰ θερινὰ βραχύρριζα· καὶ γὰρ ὁ σίκυος καὶ ἡ κολοκύντη καὶ ἡ σικύα καὶ διὰ τὴν ὥραν καὶ ἴσως ἔτι μᾶλλον διὰ τὴν φύσιν, ἥπερ συνηκολούθηκε τῇ ὥρᾳ. ἡ δὲ μεταφυτευομένη θρῖδαξ βραχυτέραν ἔχει τὴν ῥίζαν τῆς σπαρείσης· παραβλαστάνει γὰρ ἐκ τῶν πλαγίων μᾶλλον· βραχυτέραν δὲ καὶ ἡ ἀγρία τῆς ἡμέρου, καὶ ἐκ τῶν ἄνωθεν πολυκαυλοτερα.