Ancient Greek
Θ, Chapter 2
Theophrastus, Enquiry into Plants 2.8-5
Not analysed yet
Λέγεται δὲ καὶ ἐν Σικελίᾳ τῆς Μεσσηνίας ἐν ταῖς καλουμέναις Μύλαις ταχεῖάν τινα γίνεσθαι τὴν τελείωσιν τῶν ὀψίων· τὸν τῶν ὀσπρίων μὲν γὰρ σπορητὸν ἓξ μῆνας, τὸν δὲ τῷ ὑστάτῳ σπείραντα θερίζειν ἅμα τοῖς πρώτοις· ἀγαθὴν δὲ διαφερόντως εἶναι τὴν χώραν, ὥστε τριακοντάχοα ποιεῖν, ἔχειν δὲ καὶ νομὰς θαυμαστὰς καὶ ὕλην. ἐν Μήλῳ δέ τι θαυμασιώτερον λέγουσιν· ἐν γὰρ τριάκοντα ἢ τετταράκοντα ἡμέραις σπαρέντα θερίζουσι, δι᾿ ὃ καὶ λέγειν αὐτοὺς ὅτι μέχρι τούτου δεῖ σπείρειν ἕως ἂν ἴδῃ τις δράγμα· γίνεσθαι δὲ οὔτε ὄσπρια τοιαῦτα οὔτε πολλὰ παῤ αὐτοῖς. δεινὴν δέ τινα διαδοῦναι τὴν χώραν τροφήν· καὶ γὰρ εἶναι σιτοφόρον μὲν καὶ ἐλαιοφόρον ἀγαθὴν ἀμπελοφόρον δὲ μετρίαν.