Ancient Greek · ~2 min
B, Chapter 2
Theophrastus, Enquiry into Plants 2.9
Not analysed yet
Μεταβάλλει δὲ καὶ τῇ τροφῇ καὶ διὰ τὴν ἄλλην ἐπιμέλειαν, οἷς καὶ τὸ ἄγριον ἐξημεροῦται καὶ αὐτῶν δὲ τῶν ἡμερων ἔνια ἀπαγριοῦται, οἷοιν ῥόα καὶ ἀμυγδαλῆ. ἤδη δέ τινες καὶ ἐκ κριθῶν ἀναφ ῦναί φασι πυροὺς καὶ ἐκ πυρῶν κριθὰς καὶ ἐπὶ τοῦ αὐτοῦ πυθμένος ἄμφω. ταῦτα μὲν οὖν ὡς μυθωδέστερα δεῖ δέχεσθαι. μεταβάλλει δ᾿ οὖν τὰ μεταβάλλοντα τὸν τρόπον τοῦτον αὐτομάτως· ἐξαλλαγῇ δὲ χώρας, ὥσπερ ἐν Αἰγύπτῳ καὶ Κιλικίᾳ περὶ τῶν ῥοῶν εἴπομεν, οὐδὲ διὰ μίαν θεραπείαν.