Ancient Greek · ~2 min
B, Chapter 2
Theophrastus, Enquiry into Plants 2.10
Not analysed yet
Ὡσαύτως δὲ καὶ ὅπου τὰ κάρπιμα ἄκαρπα γίνεται, καθάπερ τὸ πέρσιον τὸ ἐξ Αἰγύπτου καὶ ὁ φοῖνιξ ἐν τῇ Ἑλλάδι καὶ εἰ δή τις κομίσειε τὴν ἐν Κρήτῃ λεγομένην αἴγειρον. ἔνιοι δέ φασι καὶ τὴν ὄην ἐὰν εἰς ἀλεεινὸν ἔλθῃ σφόδρα τόπον ἄκαρπον γίνεσθαι· φύσει γὰρ ψυχρόν. εὔλογον δὲ ἀμφότερα συμβαίνειν κατὰ τὰς ἐναντιώσεις, εἴπερ μηδ᾿ ὅλως ἔνια φύεσθαι θέλει μεταβάλλοντα τοὺς τόπους. καὶ κατὰ μὲν τὰς χώρας αἱ τοιαῦται μεταβολαί.